Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
- ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
- αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
- γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
- τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
- ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
- ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
- ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
- αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
- παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
- αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
- τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
- τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
- ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
- ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
- οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
- ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
- αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
- ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
- πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
- πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
- ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
- ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
- ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
- ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
- ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
- καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
- ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
- πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
- ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
- οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
- πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
- καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
- ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
- ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
- νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
- μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
- ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
- ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
- Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
- ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·