Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
- ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
- γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
- ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
- ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
- ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
- αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
- γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
- τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
- ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
- ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
- ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
- αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
- παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
- αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
- τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
- τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
- ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
- ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
- οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
- ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
- αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
- ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
- πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
- πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
- ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
- ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
- ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
- ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
- ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
- καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
- ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
- πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
- ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
- οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
- πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
- καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
- ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
- ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
- νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
- μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
- ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
- ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
- Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
- ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
- ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
- Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
- πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
- ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
- ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
- ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
- ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
- ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
- οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
- καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
- χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
- τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
- λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
- ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
- εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
- αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
- ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
- εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
- ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
- ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
- κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
- ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
- νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
- κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
- μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
- πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
- δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
- ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
- ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
- σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
- αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
- ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
- εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
- ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
- ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
- ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
- πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
- οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
- ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
- ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
- νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
- Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
- ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
- καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
- ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
- τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
- ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
- τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
- ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
- ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
- Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
- πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
- ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
- ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
- ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
- εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
- καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
- Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
- ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
- ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
- οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
- τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
- Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
- ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
- οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.