Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  2. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  3. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  4. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  5. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  6. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  7. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  8. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·