Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  • εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  • οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  • χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  • ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  • εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  • ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  • οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  • οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  • σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  • ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  • φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,