Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  • ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  • ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  • Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  • ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  • ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.