Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  2. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  3. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  4. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  5. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  6. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  7. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  8. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι