Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  2. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  3. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  4. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  5. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  6. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  7. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  8. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  9. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  10. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·