Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  2. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  3. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  4. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  5. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  6. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  7. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  9. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  10. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  11. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  12. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  13. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  14. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  15. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  16. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις