Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  • πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  • ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  • ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  • νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  • ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη