Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
- καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
- ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
- ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
- πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
- ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
- ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
- νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
- ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
- ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
- σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
- οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
- ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
- εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
- πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
- εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
- οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
- χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
- ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
- εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
- ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
- οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
- οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
- σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
- ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
- φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
- καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
- ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
- ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
- οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
- ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
- ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
- γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
- ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
- ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
- ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.