Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  2. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  3. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  4. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  5. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  6. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  7. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  8. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  9. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,