Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  2. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  3. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  4. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  5. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  6. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  7. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  8. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  9. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  10. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  11. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα