Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  • εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  • ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  • τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  • τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  • λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  • νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  • εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  • ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  • Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  • ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,