ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶνἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷλυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξαςεὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.