Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  • ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  • αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  • οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  • αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  • ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  • ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  • οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,