ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντεἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισινἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσινἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶνἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷλυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξαςεὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,