Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  2. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  3. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  4. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  5. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  6. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  7. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  8. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  9. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  10. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  11. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  12. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,