Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  2. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  3. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  4. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  5. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  6. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  7. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  8. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  9. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  10. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  11. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  12. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  13. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  14. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  15. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  16. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  17. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  18. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  19. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  20. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  21. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,