Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  • ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  • τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  • πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  • κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  • καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  • κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  • εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  • ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  • ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  • δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  • ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  • οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  • ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη