Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  • καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  • ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  • ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  • ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  • ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  • θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  • ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  • τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  • πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  • κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  • καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,