ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴηκαὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼνῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκταιἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷεὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·