Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  2. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  3. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  4. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  5. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  6. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  7. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  8. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  9. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  10. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  11. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  12. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς