Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  2. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  3. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  4. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  5. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  6. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  7. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  8. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  9. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  10. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  11. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  12. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·