Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  2. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  3. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  4. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  5. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  6. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  7. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  8. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  9. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  10. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  11. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  12. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι