Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  2. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  3. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  4. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  5. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  6. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  7. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  8. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  9. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  10. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  11. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  12. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  13. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  14. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  15. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  16. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  17. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  18. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  19. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  20. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  21. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  22. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  23. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  24. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  25. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  26. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  27. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  28. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  29. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  30. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  31. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  32. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  33. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  34. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  35. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  36. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  37. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  38. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  39. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  40. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  41. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  42. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  43. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  44. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  45. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  46. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  47. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  48. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  49. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  50. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  51. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  52. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  53. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  54. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  55. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  56. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  57. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  58. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  59. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  60. ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
  61. ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
  62. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  63. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
  64. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  65. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  66. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  67. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  68. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  69. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  70. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  71. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  72. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  73. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  74. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  75. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  76. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  77. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  78. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  79. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  80. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  81. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  82. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  83. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  84. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  85. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  86. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  87. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  88. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  89. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  90. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  91. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  92. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  93. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  94. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  95. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  96. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  97. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  98. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  99. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  100. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  101. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  102. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  103. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  104. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  105. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  106. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  107. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  108. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  109. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  110. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  111. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  112. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  113. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  114. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  115. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  116. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  117. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  118. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  119. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  120. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  121. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  122. εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  123. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  124. χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  125. ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  126. εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  127. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  128. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  129. οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  130. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  131. ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  132. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  133. καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
  134. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  135. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  136. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
  137. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  138. πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
  139. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  140. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  141. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  142. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  143. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  144. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
  145. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  146. τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
  147. ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
  148. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  149. γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
  150. τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
  151. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  152. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  153. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  154. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  155. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  156. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  157. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  158. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  159. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  160. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  161. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  162. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  163. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  164. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  165. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  166. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  167. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  168. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  169. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  170. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  171. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  172. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  173. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  174. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  175. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  176. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  177. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  178. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  179. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  180. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  181. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  182. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  183. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  184. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  185. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  186. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  187. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  188. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  189. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  190. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  191. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  192. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  193. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  194. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  195. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  196. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  197. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  198. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  199. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  200. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  201. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  202. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  203. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  204. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  205. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  206. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  207. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  208. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  209. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  210. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  211. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  212. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  213. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  214. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  215. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  216. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  217. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  218. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  219. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  220. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  221. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  222. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  223. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  224. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  225. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  226. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  227. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  228. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
  229. νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
  1. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  2. ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
  3. καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
  4. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
  5. τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
  6. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
  7. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  8. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  9. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  11. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  12. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  13. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  14. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  16. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  17. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  18. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  19. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  21. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  22. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  23. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  24. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  26. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  27. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  28. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  29. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  31. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  32. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  33. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  34. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  36. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  37. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  38. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  39. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  41. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  42. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  43. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  44. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  46. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  47. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  48. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  49. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  51. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  52. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  53. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  54. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  55. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  56. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  58. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  59. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  61. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  62. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  63. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  64. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  66. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  67. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  68. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  69. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  71. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  72. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  73. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  74. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  76. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  77. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  78. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  79. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  81. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  82. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  83. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  84. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  85. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  86. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  87. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  88. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  89. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  90. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  91. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  92. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  93. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  94. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  95. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  96. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  97. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  98. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  99. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  100. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  101. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  102. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  103. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  104. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  105. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  106. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  107. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  108. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  109. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  110. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  111. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  112. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  113. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  114. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  115. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  116. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  117. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  118. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  119. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  120. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  121. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  122. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  123. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  124. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  125. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  126. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  127. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  128. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  129. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  130. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  131. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  132. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  133. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  134. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  135. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  136. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  137. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.