Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  2. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  3. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  4. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  5. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  6. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν