Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  3. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  4. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  5. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  6. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  7. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  8. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.