Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  2. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  3. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  5. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  6. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  7. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  8. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  9. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  10. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  11. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  12. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  13. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  14. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  15. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  16. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  17. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  18. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·