Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  2. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  3. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  4. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  5. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  6. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  7. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  9. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  10. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  11. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  12. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  13. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  14. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.