Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  2. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  3. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  4. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  5. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  6. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,