Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  • νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  • τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  • ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  • καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  • ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  • φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  • ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  • κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.