Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
- πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
- νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
- τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
- καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
- ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
- φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
- ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
- κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
- μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
- ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
- ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
- ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
- δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
- αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
- ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
- ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
- ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
- μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
- ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
- ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
- φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
- πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
- ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
- φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
- μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
- τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
- ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
- ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
- ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
- σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
- εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
- ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
- αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
- αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
- μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
- οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
- ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
- ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
- τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
- ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
- ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
- ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
- ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
- δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
- κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
- οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
- ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
- ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
- λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
- οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
- ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
- ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
- ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
- ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
- κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
- ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
- ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
- ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
- τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
- καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
- ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
- ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
- ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
- ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
- θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
- ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
- τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
- πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
- κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
- καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
- κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
- εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
- ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
- ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
- δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
- ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
- οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
- ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
- ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
- δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
- δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
- μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
- ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
- οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
- ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
- αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
- οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
- αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
- ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
- οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
- ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
- εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
- ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
- τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
- τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
- λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
- νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
- εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
- ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
- Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
- ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
- πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
- ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
- κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
- ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
- ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
- ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
- παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
- νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
- ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
- ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
- δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
- καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
- εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.