Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
- πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
- νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
- τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
- καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
- ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
- φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
- ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
- κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
- μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
- ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
- ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
- ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
- δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
- αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
- ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
- ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
- ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
- μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
- ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
- ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
- φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
- πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
- ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
- φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
- μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
- τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
- ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
- ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
- ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
- σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
- εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
- ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
- αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
- Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
- ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·