μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανταιἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσανταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρειςἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺςᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαιαὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.