Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  2. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  3. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  4. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  5. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  6. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  7. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  8. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  9. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  10. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  11. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,