Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  2. οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  3. ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  4. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  5. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  6. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  7. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  8. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  9. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  10. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,