Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
  • οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  • οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  • ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  • γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  • σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.