Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  2. μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  3. ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  4. καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  5. οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  6. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  7. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  8. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;