Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
- καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
- αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
- καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
- μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
- ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
- βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
- ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
- καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
- βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
- αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
- ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
- ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
- αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
- τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
- βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
- τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
- ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,
- αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
- ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
- εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
- ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
- ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο
- ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
- τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
- ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
- τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·