Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  2. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  3. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  4. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  5. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  6. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  7. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  8. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  9. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  10. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.