Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  2. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  3. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  4. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  5. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  6. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  7. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  8. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
  9. καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
  10. αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
  11. καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.