Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  2. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  3. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  4. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
  5. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  6. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  7. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  8. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  9. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος