Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
- καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
- θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
- λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
- Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
- ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
- εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
- Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
- δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
- Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
- αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
- ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
- φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
- βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
- καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
- αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
- καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
- μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
- ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
- βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
- ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ
- καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
- βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
- αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·