Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·
- τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
- ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
- χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
- σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
- ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
- ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
- φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
- κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
- καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
- θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
- λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
- Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
- ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
- εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
- Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
- δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
- Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
- αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
- ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
- φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
- βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
- καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
- αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
- καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
- μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.