Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
  2. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
  3. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  4. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  5. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  6. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  7. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  8. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  9. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,