Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  2. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  3. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  4. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  5. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  6. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  7. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  8. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  9. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  10. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  11. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·