Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
  2. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
  3. καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
  4. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  5. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·