Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  2. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
  5. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
  6. ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
  7. εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
  8. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
  9. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
  10. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
  11. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
  12. καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
  13. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  14. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
  6. ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
  7. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  8. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  9. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·