Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
- οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
- ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
- ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
- πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
- τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
- μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
- ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
- ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
- εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
- γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
- ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
- αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
- αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
- καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
- χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
- κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
- γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
- δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
- γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
- ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
- ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
- ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
- μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
- κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
- τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
- ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
- καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
- οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
- τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
- ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
- ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
- οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
- ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
- ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
- εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
- ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
- τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
- αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
- τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
- ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
- ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
- Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
- ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
- ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
- ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
- γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·