Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  2. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  3. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  4. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  5. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  6. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  7. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  8. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
  9. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  10. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  12. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.